Add parallel Print Page Options

14 [a]Τί ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 15 [b]ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ [c]λειπόμενοι τῆς ἐφημέρου τροφῆς, 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, [d]τί ὄφελος; 17 οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ [e]ἔχῃ ἔργα, νεκρά ἐστιν καθ’ ἑαυτήν.

18 Ἀλλ’ ἐρεῖ τις· Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου [f]χωρὶς τῶν [g]ἔργων, κἀγώ [h]σοι δείξω ἐκ τῶν ἔργων μου τὴν [i]πίστιν. 19 σὺ πιστεύεις ὅτι [j]εἷς ἐστιν ὁ θεός; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν. 20 θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων [k]ἀργή ἐστιν; 21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22 βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη, 23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη.

Read full chapter

Footnotes

  1. ΙΑΚΩΒΟΥ 2:14 Τί WH ] + τὸ Treg NIV RP
  2. ΙΑΚΩΒΟΥ 2:15 ἐὰν WH Treg NIV ] + δὲ RP
  3. ΙΑΚΩΒΟΥ 2:15 λειπόμενοι WH Treg NIV ] + ὦσιν RP
  4. ΙΑΚΩΒΟΥ 2:16 τί WH ] + τὸ Treg NIV RP
  5. ΙΑΚΩΒΟΥ 2:17 ἔχῃ ἔργα WH Treg NIV ] ἔργα ἔχῃ RP
  6. ΙΑΚΩΒΟΥ 2:18 χωρὶς WH Treg NIV ] ἐκ RP
  7. ΙΑΚΩΒΟΥ 2:18 ἔργων WH Treg NIV ] + σου RP
  8. ΙΑΚΩΒΟΥ 2:18 σοι δείξω WH Treg NIV ] δείξω σοι RP
  9. ΙΑΚΩΒΟΥ 2:18 πίστιν WH Treg NIV ] + μου RP
  10. ΙΑΚΩΒΟΥ 2:19 εἷς ἐστιν ὁ θεός Treg NIV ] εἷς θεός ἐστιν WH; ὁ θεὸς εἷς ἐστιν RP
  11. ΙΑΚΩΒΟΥ 2:20 ἀργή WH Treg NIV ] νεκρά RP